Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 22.41 | Dem. 22.46 (English) | >>Dem. 22.50 |
22.44ὅτι τοίνυν οὐδʼ εἰ φανερῶς ἔμελλεν ἁλόντος τούτου μηδεὶς εἰσοίσειν μηδʼ ἐθελήσειν εἰσπράττειν , οὐδʼ οὕτως ἀποψηφιστέον , ἐκ τῶνδε γνώσεσθε . ὑμῖν παρὰ τὰς εἰσφορὰς τὰς ἀπὸ Ναυσινίκου , παρʼ ἴσως τάλαντα τριακόσιʼ ἢ μικρῷ πλείω , ἔλλειμμα τέτταρα καὶ δέκʼ ἐστὶ τάλαντα , ὧν ἑπτὰ οὗτος εἰσέπραξεν , ἐγὼ δὲ τίθημʼ ἅπαντα . ἐπὶ μὲν δὴ τοὺς ἑκόντας τιθέντας οὐ δεῖσθʼ Ἀνδροτίωνος , ἐπὶ δὲ τοὺς ἐλλείποντας .
22.45ἔστι τοίνυν ὑμῖν νυνὶ σκεπτέον , εἰ τοσούτου τιμᾶσθε τὴν πολιτείαν καὶ τοὺς κειμένους νόμους καὶ τὸ εὐορκεῖν · εἰ γὰρ ἀποψηφιεῖσθε τούτου φανερῶς οὕτως παρὰ τοὺς νόμους εἰρηκότος , δόξετε πᾶσιν τὰ χρήματα ταῦτʼ ἀντὶ τῶν νόμων καὶ τῆς εὐορκίας ᾑρῆσθαι . ἃ οὐδʼ ἂν εἰ παρʼ ἑαυτοῦ δοίη τις ὑμῖν , λαβεῖν ἄξιον , μή τί γʼ ἐφʼ ᾧ ἑτέρους εἰσπράττειν .
22.46ὥσθʼ ὅταν ταῦτα λέγῃ , μέμνησθε τῶν ὅρκων καὶ τὴν γραφὴν ἐνθυμεῖσθε , ὅτι νῦν οὐ περὶ πράξεως εἰσφορῶν ἐστιν , ἀλλʼ εἰ δεῖ κυρίους εἶναι τοὺς νόμους . καὶ περὶ τούτων μέν , ὃν τρόπον ὑμᾶς ἀπάγων ἀπὸ τοῦ νόμου παρακρούεσθαι ζητήσει , καὶ ἃ πρὸς ταῦθʼ ὑμᾶς μνημονεύοντας μὴ ʼπιτρέπειν προσήκει , πολλὰ λέγειν ἔχων ἔτι , καὶ ταῦθʼ ἱκάνʼ εἶναι νομίζων , ἐάσω .
βούλομαι δὲ καὶ τὰ πολιτεύματα ἐξετάσαι τοῦ καλοῦ κἀγαθοῦ τούτου , διʼ ὧν οὐκ ἔσθʼ ὅ τι τῶν δεινοτάτων ἐλλιπὼν φανήσεται · καὶ γὰρ ἀναιδῆ καὶ θρασὺν καὶ κλέπτην καὶ ὑπερήφανον καὶ πάντα μᾶλλον ἢ ἐν δημοκρατίᾳ πολιτεύεσθαι ἐπιτήδειον ὄντʼ αὐτὸν δείξω . καὶ πρῶτον μέν , ἐφʼ ᾧ μέγιστον φρονεῖ , τὴν τῶν χρημάτων εἴσπραξιν ἐξετάσωμεν αὐτοῦ , μὴ τῇ τούτου προσέχοντες ἀλαζονείᾳ τὸν νοῦν , ἀλλὰ τὸ πρᾶγμα οἷον γέγονεν τῇ ἀληθείᾳ σκοποῦντες .
22.47
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 22.41 | Dem. 22.46 (English) | >>Dem. 22.50 |